Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.269 Joseph. AJ 3.274 (English) >>Joseph. AJ 3.278

3.272τῶν δʼ ὅρκων τελειωθέντων τῆς διφθέρας ἀπαλείψας τοὔνομα εἰς φιάλην ἐκπιέζει, προκομίσας τε ἐκ τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι καὶ καταπάσας ἐκπιεῖν δίδωσιν· δʼ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖται κατὰ τὴν γαστέρα· 3.273ψευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν θεὸν ἐπὶ τοῖς ὅρκοις μετʼ αἰσχύνης καταστρέφει τὸν βίον τοῦ τε σκέλους ἐκπεσόντος αὐτῇ καὶ τὴν κοιλίαν ὑδέρου καταλαβόντος. καὶ περὶ μὲν τῶν θυσιῶν καὶ τῆς ἁγνείας τῆς ἐπʼ αὐταῖς ταῦτα Μωυσῆς τοῖς ὁμοφύλοις προενόησε, νόμους δὲ αὐτοῖς τοιούτους ἔθετο. 3.274

Μοιχείαν μὲν εἰς τὸ παντελὲς ἀπεῖπε νομίσας εὔδαιμον τὸ περὶ τοὺς γάμους ὑγιαίνειν τοὺς ἄνδρας, καὶ ταῖς τε πόλεσι καὶ τοῖς οἴκοις συμφέρειν τὸ τοὺς παῖδας εἶναι γνησίους. καὶ μίσγεσθαι δὲ μητράσι κακὸν μέγιστον νόμος ἀπεῖπεν, ὁμοίως δὲ καὶ πατρὸς συνεῖναι γαμετῇ καὶ τηθίσι καὶ ἀδελφαῖς καὶ παίδων γυναιξὶν ὡς ἔκφυλον ἔχον τὴν ἀδικίαν μεμίσηκεν. 3.275ἐκώλυσε δὲ καὶ γυναικὶ μεμιασμένῃ τοῖς κατὰ φύσιν πλησιάζειν μηδὲ κτήνεσιν εἰς συνουσίαν φοιτᾶν μηδὲ τὴν πρὸς τὰ ἄρρενα μῖξιν τιμᾶν διὰ τὴν ἐπʼ αὐτοῖς ὥραν ἡδονὴν θηρωμένους παράνομον. κατὰ δὲ τῶν εἰς ταῦτʼ ἐξυβρισάντων θάνατον ὥρισε τὴν τιμωρίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.269 Joseph. AJ 3.274 (English) >>Joseph. AJ 3.278

Powered by PhiloLogic